Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.172.3 | Hdt. 7.173.3 (English) | >>Hdt. 7.175.1 |
7.173.1
ταῦτα ἔλεγον οἱ Θεσσαλοί . οἱ δὲ Ἕλληνες πρὸς ταῦτα ἐβουλεύσαντο ἐς Θεσσαλίην πέμπειν κατὰ θάλασσαν πεζὸν στρατὸν φυλάξοντα τὴν ἐσβολήν . ὡς δὲ συνελέχθη ὁ στρατός , ἔπλεε διʼ Εὐρίπου · ἀπικόμενος δὲ τῆς Ἀχαιίης ἐς Ἄλον , ἀποβὰς ἐπορεύετο ἐς Θεσσαλίην , τὰς νέας αὐτοῦ καταλιπών , καὶ ἀπίκετο ἐς τὰ Τέμπεα ἐς τὴν ἐσβολὴν ἥ περ ἀπὸ Μακεδονίης τῆς κάτω ἐς Θεσσαλίην φέρει παρὰ ποταμὸν Πηνειόν , μεταξὺ δὲ Ὀλύμπου τε ὄρεος ἐόντα καὶ τῆς Ὄσσης .
7.173.2 ἐνθαῦτα ἐστρατοπεδεύοντο τῶν Ἑλλήνων κατὰ μυρίους ὁπλίτας συλλεγέντες , καί σφι προσῆν ἡ Θεσσαλῶν ἵππος · ἐστρατήγεε δὲ Λακεδαιμονίων μὲν Εὐαίνετος ὁ Καρήνου ἐκ τῶν πολεμάρχων ἀραιρημένος , γένεος μέντοι ἐὼν οὐ τοῦ βασιληίου , Ἀθηναίων δὲ Θεμιστοκλέης ὁ Νεοκλέος . ἔμειναν δὲ ὀλίγας ἡμέρας ἐνθαῦτα ·
7.173.3 ἀπικόμενοι γὰρ ἄγγελοι παρὰ Ἀλεξάνδρου τοῦ Ἀμύντεω ἀνδρὸς Μακεδόνος συνεβούλευόν σφι ἀπαλλάσσεσθαι μηδὲ μένοντας ἐν τῇ ἐσβολῇ καταπατηθῆναι ὑπὸ τοῦ στρατοῦ τοῦ ἐπιόντος , σημαίνοντες τὸ πλῆθός τε τῆς στρατιῆς καὶ τὰς νέας . ὡς δὲ οὗτοί σφι ταῦτα συνεβούλευον , χρηστὰ γὰρ ἐδόκεον συμβουλεύειν καί σφι εὔνοος ἐφαίνετο ἐὼν ὁ Μακεδών , ἐπείθοντο .
7.173.4 δοκέειν δὲ μοι , ἀρρωδίη ἦν τὸ πεῖθον , ὡς ἐπύθοντο καὶ ἄλλην ἐοῦσαν ἐσβολὴν ἐς Θεσσαλοὺς κατὰ τὴν ἄνω Μακεδονίην διὰ Περραιβῶν κατὰ Γόννον πόλιν , τῇ περ δὴ καὶ ἐσέβαλε ἡ στρατιὴ ἡ Ξέρξεω . καταβάντες δὲ οἱ Ἕλληνες ἐπὶ τὰς νέας ὀπίσω ἐπορεύοντο ἐς τὸν Ἰσθμόν .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.172.3 | Hdt. 7.173.3 (English) | >>Hdt. 7.175.1 |